Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.307 Joseph. AJ 19.313 (English) >>Joseph. AJ 19.318

19.310ἵνα δὲ γνωριμώτερον , τί καὶ Σεβαστὸς περὶ ὅλου τοῦ πράγματος ἐφρόνησε, τὰ ἐν Ἀλεξανδρείᾳ αὐτοῦ διατάγματα προτεθέντα προσέθηκα, ἅπερ εἰ καὶ γνώριμα πᾶσιν εἶναι δοκεῖ, τότε καὶ ἐπὶ τοῦ βήματος ἀνέγνω τιμιώτατός μοι βασιλεὺς Ἀγρίππας δικαιολογησάμενος περὶ τοῦ μὴ δεῖν αὐτοὺς ἀφαιρεθῆναι τῆς τοῦ Σεβαστοῦ δωρεᾶς. 19.311εἴς τε οὖν τὸ λοιπὸν παραγγέλλω μηδεμίαν πρόφασιν στάσεως μηδὲ ταραχῆς ζητεῖν, ἀλλʼ ἑκάστους τὰ ἴδια ἔθη θρησκεύειν.” 19.312

Πετρώνιος μὲν οὖν οὕτω προυνόησε διορθώσεως μὲν τὸ παρανομηθὲν ἤδη τυχεῖν, γενέσθαι δὲ παραπλήσιον μηδὲν εἰς αὐτούς. 19.313Ἀγρίππας δὲ βασιλεὺς ἀφείλετο μὲν τὴν ἀρχιερωσύνην τὸν Κανθηρᾶν Σίμωνα, Ἰωνάθην δὲ πάλιν ἐπʼ αὐτὴν ἦγεν τὸν Ἀνάνου τοῦτον ἀξιώτερον τῆς τιμῆς ὁμολογῶν εἶναι. τῷ δὲ οὐκ ἀσμενιστὸν ἐφάνη τὴν τοσαύτην ἀπολαβεῖν τιμήν, παρῃτεῖτο δʼ οὖν ταῦτα λέγων· 19.314σοὶ μέν, βασιλεῦ, τετιμημένος χαίρω διὰ ψυχῆς ἔχων τοῦθʼ μοι γέρας δίδωσιν σὴ βουλὴ, καὶ πρὸς οὐδέν με τῆς ἀρχιερωσύνης ἄξιον ἔκρινεν θεός. ἅπαξ δʼ ἐνδὺς στολισμὸν ἱερὸν ἀρκοῦμαι· τότε γὰρ αὐτὸν ἠμφιασάμην ὁσιώτερον νῦν ἀπολήψομαι. 19.315σὺ δʼ, εἰ βούλει τὸν ἀξιώτερον ἐμοῦ νῦν τὸ γέρας λαβεῖν, διδάχθητι· πάσης καὶ πρὸς τὸν θεὸν ἁμαρτίας καὶ πρὸς σέ, βασιλεῦ, καθαρὸς ἀδελφὸς ἔστι μοι· πρέποντα τῇ τιμῇ τοῦτον



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.307 Joseph. AJ 19.313 (English) >>Joseph. AJ 19.318

Powered by PhiloLogic